Πατέρες της Εκκλησίας

«Καί πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπό θυμοῦ, ἐπειδάν ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι, ἀπῆλθεν εὐθύς τό ἀγριαῖον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμίσας». (Μ. Βασιλείου, ἑρμηνεία εἰς Α΄ Ψαλμ., 1, P.G. 29,212)

 

«Μή διά τῶν ὤτων διεφθαρμένων μελῳδίαν τῶν ψυχῶν κατασχεῖν. Ἀνελευθερίας γάρ δή καί ταπεινότητος ἔκγονα πάθη ἐκ τοῦ τοιούτου δέ τῆς μουσικῆς εἴδους ἐγγίνεσθαι πέφυκεν. Ἀλλά τήν ἑτέραν μεταδιωκτέον ἡμῖν, τήν ἀμείνω τε καί εἰς ἄμεινον φέρουσαν, ᾗ καί Δαβίδ χρώμενος, ὁ ποιητής τῶν ἱερῶν ᾀσμάτων ἐκ τῆς μανίας, ὡς φασι, τόν βασιλέα καθίστη. Λέγεται δέ καί Πυθαγόραν κωμασταῖς περιτυχόντα μεθύουσι, κελεῦσαι τόν αὐλητήν τόν τοῦ κώμου κατάρχοντα, μεταβαλόντα τήν ἁρμονίαν, ἐπαυλῆσαί σφισι τό Δώριον, τούς δέ οὕτως ἀναφρονῆσαι ὑπό τοῦ μέλους, ὥστε τούς στεφάνους ῥίψαντας αἰσχυνομένους ἐπανελθεῖν. Ἕτεροι δέ πρός αὐλόν κορυβαντιῶσι καί ἐκβαυχέυονται. Τοσοῦτον ἐστι τό διάφορον ὑγιοῦς ἤ μοχθηρᾶς μελῳδίας ἀναπλησθῆναι. Ὥστε τῆν νῦν δή κρατούσης ταύτης ἧττον ὑμῖν μεθεκτέον, ἤ οὑτινοσοῦν τῶν προδήλως αἰσχίστων». (Μ. Βασιλείου, Πρός τούς νέους, ὅπως ἄν ἐξ ἑλληνικῶν ὠφελοῖντο λόγων, P.G. 31, 581-584)

 

«Τάς κατ' ἀγοράν ἐμπορίας ἤ τάς ἐκ τῶν τεχνῶν πρός τό ζῆν ἐπινοίας καταλιπόντες, διά ῥαθυμίας πάσης καί ἡδονῆς τόν τεταγμένον ἑαυτοῖς τῆς ζωῆς χρόνον διαπερῶσιν, οὐκ εἰδότες,  ὅτι ὀρχήστρα εὐθυνουμένη θεάμασιν ἀκολάστοις, κοινόν καί δημόσιον διδασκαλεῖον ἀσελγείας τοῖς συγκαθημένοις ἐστί, καί τά παναρμόνια τῶν αὐλῶν μέλη καί ἄσματα πορνικά, ἐγκαθεζόμενα ταῖς τῶν ἀκουσάντων ψυχαῖς, οὐδέν ἕτερον ἤ πάντας ἀσχημονεῖν ἀναπείθει, τά τῶν κιθαριστῶν ἤ τά τῶν αὐλητῶν κρούματα μιμουμένους». (Μ. Βασιλείου, Εἰς Ἑξαήμερον ὁμιλ. Δ΄, P.G. 29, 80)

 

«Ἐκ νυκτός γάρ ὀρθρίζει παρ' ἡμῖν ὁ λαός ἐπί τόν οἶκον τῆς προσευχῆς καί ἐν πόνῳ καί ἐν θλίψει καί συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τήν ψαλμωδίαν καθίστανται. Καί νῦν μέν διχῇ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μέν τήν μελέτην τῶν λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δέ καί τήν προσοχήν καί τό ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι. Ἔπειτα πάλιν ἐπιστρέψαντες ἑνί κατάρχειν τοῦ μέλους οἱ λοιποί ὑπήχουσι. Καί οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τήν νύκτα διενεγκόντες μεταξύ προσευχόμενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἐξ ἑνός στόματος καί μιᾶς καρδίας, τόν τῆς ἐξομολογήσεως ψαλμόν ἀναφέρουσι τῷ Κυρίῳ ἴδια ἑαυτῶν ἕκαστος τά ῥήματα τῆς μετανοίας ποιούμενοι... Ἀγρυπνίαι καί προσευχαί καί αἱ κοιναί ψαλμῳδίαι τετίμηνται». (Μ. Βασιλείου, Ἐπιστ. 207, 3, Τοῖς κατά Νεοκαισάρειαν κληρικοῖς, P.G. 32, 764)

 

«Τό ἐκ τῆς μελῳδίας τερπνόν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καί λείῳ τῆς ἀκοῆς τό ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑποδεχώμεθα... Διά τοῦτο τά ἐναρμόνια ταῦτα μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵνα οἱ παῖδες τήν ἡλικίαν, ἤ καί ὅλως οἱ νεαροί τό ἦθος, τῷ μέν δοκεῖν μελῳδῶσι, τῇ δέ ἀληθείᾳ τάς ψυχάς ἐκαπιδεύωνται. Οὔτε γάρ ἀποστολικόν τις οὔτε προφητικόν παράγγελμα τῶν πολλῶν καί ῥαθύμων ῥαδίως ποτέ τῇ μνήμῃ κατασχών ἀπῆλθε. Τά δέ τῶν ψαλμῶν λόγια καί κατ' οἶκον μελωδοῦσι καί ἐπί τῆς ἀγορᾶς περιφέρουσι. Καί πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπό θυμοῦ, ἐπειδάν ἄρξηται τῷ ψαλμῷ κατεπάδεσθαι, ἀπῆλθεν εὐθύς τό ἀγριαῖον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμίσας». (Μ. Βασιλείου, Εἰς Α΄ Ψαλμόν, 1, P.G. 29, 212Β)

 

«Χρησιμεύειν δέ λογίζομαι τήν ἐν ταῖς προσευχαῖς καί ψαλμῳδίαις κατά τάς ἐπικεκριμένας ὥρας διαφοράς τε καί ποικιλίαν καί κατ' ἐκεῖνο, ὅτι ἐν μέν τῇ ὁμαλότητι πολλάκις που καί ἀκηδιᾷ ἡ ψυχή καί ἀπομετεωρίζεται, ἐν δέ τῇ ἐναλλαγῇ καί τῷ ποικίλῳ τῆς ψαλμωδίας καί τοῦ περί ἑκάστης ὥρας λόγου νεαροποιεῖται αὐτῆς ἡ ἐπιθυμία καί ἀνακαινίζεται τό νηφάλιον». (Μ. Βασιλείου, Ὅροι κατά πλάτος, ἐρώτ. Λζ΄, 5, P.G. 31, 1016)

 

«”Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ”. Οὐκ εἴ τις τῷ στόματι προφέρει τά τοῦ ψαλμοῦ ῥήματα, οὗτοι ψάλλει τῷ Κυρίῳ, ἀλλ' ὅσοι ἀπό καρδίας καθαρᾶς ἀναπέμπουσι τάς ψαλμῳδίας καί ὅσοι εἰσίν ὅσιοι, σώζοντες τήν πρός Θεόν δικαιοσύνην, οὗτοι δύνανται ψάλλειν τῷ Θεῷ τοῖς ῥυθμοῖς τοῖς πνευματικοῖς ἁρμοζόντως ἀκολουθοῦντες. Πόσοι ἀπό πορνείας ἑστᾶσιν ἐνταῦθα; Πόσοι ἀπό κλοπῆς; Πόσοι δόλον, πόσοι ψευδολογίαν ἐν ταῖς καρδίαις κρύπτοντες; Ψάλλειν οἴονται, τῇ ἀληθείᾳ μή ψάλλοντες. Ὅσιον γάρ καλεῖ πρός ψαλμολογίαν ὁ λόγος: “Οὐ δύναται δένδρον πονηρόν καρπούς ἀγαθούς ποιεῖν” οὐδέ καρδία πονηρά “ῥήματα ζωῆς” ἐκβάλλειν. ”Ποιήσατε οὖν τό δένδρον καλόν, καί τούς καρπούς αὐτοῦ καλούς”. Καθάρατε τάς καρδίας, ἵνα καρποφορῆτε τῷ πνεύματι, καί δυνηθῆτε, ὅσιοι γενόμενοι, ψάλλειν συνετῶς τῷ Κυρίῳ». (Μ. Βασιλείου, Λόγος εἰς ΚΘ΄ Ψαλμ., 3, P.G. 29, 312)