Κανόνες της Εκκλησίας

ΚΑΝΩΝ ΙΕ΄ ΤΗΣ ΕΝ ΛΑΟΔΙΚΕΙΑ ΣΥΝΟΔΟΥ

«Περί τοῦ μή δεῖν πλήν τῶν κανονικῶν ψαλτῶν, τῶν ἐπί τόν ἄμβωνα ἀναβαινόντων, καί ἀπό διφθέρας ψαλλόντων, ἑτέρους τινάς ψάλλειν ἐν ἐκκλησίᾳ». (Κανών ιε΄, τῆς ἐν Λαοδικείᾳ Συνόδου, Ράλλη-Ποτλῆ τόμ. Γ, σελ. 184-185)

 

Ἑρμηνεία

 

Ἰωάννης Ζωναρᾶς

Εὐταξίαν βούλονται οἱ τῆς Συνόδου ἐν ταῖς ἐκκλησίαις φυλάττεσθαι· διό καί μή δεῖν εἶπον ψάλλειν ἐν ταῖς ἐκκλησίαις τόν βουλόμενον, ἀλλά τούς ψάλτας τούς κανονικούς, τούς ἐν κλήρῳ δηλαδή τεταγμένους, τούς ἐν ἑκάστῃ Ἐκκλησίᾳ κεχειροτονημένους, τούς ἀπό διφθέρας ψάλλοντας. Διφθέρας δέ ὠνόμασαν ἅς ὁ κλεινός Παῦλος μεμβράνας ἐκάλεσεν ἐπιστέλλων τῷ Τιμοθέῳ, Φέρε, γράψας, τά βιβλία, μάλιστα δέ τάς μεμβράνας (Τιμ. δ΄, 13), διφθέραι γάρ τά δέρματα λέγονται, ἐξ ὧν αἱ μεμβράναι ἐργάζονται. Τά βιβλία τοίνυν τά ἐκκλησιαστικά λέγονται καλέσαι οἱ τῆς συνόδου Πατέρες διφθέρας.

 

Θεόδωρος Βαλσαμών

Φαίνεται, ὅτι τό παλαιόν κοινολαΐται τινές ἰδιοῦντο τά τῶν κληρικῶν προνόμια, καί ἐπ’ ἐκκλησίας τῶν θείων ψαλτῳδημάτων κατήρχοντο, εἰς καταφρόνησιν τῶν κληρικῶν. Ἔψαλλον δέ καί τινα παρηλλαγμένα καί ἀσυνήθη, οἷά εἰσι τά σήμερον ψαλλόμενα παρά τῶν γυναικῶν τῶν ἑπομένων τοῖς σιγνοῖς. Ταῦτα οὖν ἀποτρέποντες οἱ Πατέρες φασί, μηδένα ἕτερον, πλήν τῶν κληρικῶν τῶν ἐπ’ ἄμβωνος ἀναγινωσκόντων ἐπ’ ἐκκλησίας, κατάρχεσθαι τῶν θείων ψαλτῳδημάτων· τό γάρ συμψάλλειν καί λαϊκούς ἐπ’ ἐκκλησίας οὐ κεκώλυται, ἀλλά μηδέ ἑτεροῖα ψάλλειν παρά τά γεγραμμένα ἐν ταῖς ἀπό διφθερῶν, ἤτοι μεμβρανῶν, συντεθειμένας ἐκκλησιαστικαῖς βίβλοις· ὅτι δέ διφθέρα πᾶν δέρμα λέγεται, τῶν ὁμολογουμένων ἐστί. Σημείωσαι ταῦτα διά τούς μοναχούς, τούς μή δεξαμένους ἐπισκοπικήν ἐπικουρίδα, καί ἀτάκτως ἐπ’ ἄμβωνος ἀναγινώσκοντας· καί διά τούς λαϊκούς, τούς χοροστάτας τῶν κονδακίων, τούς ἐπ’ ἐκκλησίας, καί ἐν ταῖς ἀγοραῖς δομεστικεύοντας. Ὡσαύτως σημειώσαι, ὅτι καί τά τῶν ψαλτῶν μινυρίσματα, καί τά θυμελικά μελῳδήματα, πάντη κεκώλυνται.

 

Ἀλέξιος Ἀριστηνός

Εἰ μή μετά διφθέρας, οὐδείς ἀμβωνίζεται. Οὐ δεῖ ἐπ’ ἄμβωνος ἀνέρχεσθαί τινας, μή ἱερατικήν κουράν ἔχοντας, καί τήν εὐλογίαν ὑπό τοῦ οἰκείου ποιμένος κανονικῶς δεξαμένους, καί τούς θείους τῷ λαῷ λόγους ὑποφωνεῖν. Πλήν καί τούτους, μή ἄλλως ψάλλειν ἐπ’ ἄμβωνος, εἰ μή μετά διφθέρας, ἤτοι φελωνίου.

 

ΚΑΝΩΝ ΙΖ΄ ΤΗΣ ΕΝ ΛΑΟΔΙΚΕΙΑ ΣΥΝΟΔΟΥ

«Περί τοῦ μή δεῖν ἐπισυνάπτειν ἐν ταῖς συνάξεσι τούς ψαλμούς, ἀλλά διά μέσου καθ’ ἕκαστον ψαλμόν γίνεσθαι ἀνάγνωσιν». (Κανών ιζ΄, τῆς ἐν Λαοδικείᾳ Συνόδου, Ράλλη-Ποτλῆ τόμ. Γ, σελ. 186)

 

Ἑρμηνεία

 

Ἰωάννης Ζωναρᾶς

Ἔθους ἦν καί τοῦτο παλαιοῦ, ὅπερ ἐσχόλασεν, εἰς ἄλλην κατάστασιν καί τάξιν ἐλθούσης τῆς ἐκκλησίας.

 

Θεόδωρος Βαλσαμών

Τῶν ψαλμῶν ἀναγινωσκομένων διά μιᾶς ὑφῆς κατά παλαιάν παράδοσιν, καί τοῦ συναγομένου λαοῦ ἀποκναίοντος, κἀντεῦθεν ἀκηδιῶντος ὑπό τοῦ κόπου, καί ἐξερχομένου ἀπό τῆς ἐκκλησίας, ὥρισαν οἱ Πατέρες μή συναπτῶς ἐν ταῖς συνάξεσιν ἐκφωνεῖσθαι τούς ψαλμούς, ἀλλά διά μέσου γίνεσθαι καί ἀναγνώσεις, ἐφ’ ᾧ ἀναπαύεσθαι τόν λαόν πρός μικρόν, καί πάλιν ψάλλειν. Διά γάρ τοῦτο καί εἰς καθίσματα διάφορα τό ἱερόν κατεμερίσθη Ψαλτήριον. Χάρι οὖν τοῖς ἁγίοις Πατράσιν καί ὑπέρ ταύτης τῆς κηδεμονίας.

 

Ἀλέξιος Ἀριστηνός

Ἐν ταῖς συνάξεσιν ἀναγνώσεις τούς ψαλμούς περικοπτέτωσαν. Τοῦ λαοῦ συναθροιζομένου, δεῖ μεταξύ τῶν ψαλτῶν ἀναγνώσεις γίνεσθαι, καί μή ἐπισυνάπτειν αὐτούς, καί ψάλλειν κατά συνέχειαν, ἵνα μή κατάκοποι γενόμενοι οἱ συναθροιζόμενοι, πρός ῥαθυμίαν ἐκκλίνωσι.

 

ΚΑΝΩΝ ΙΗ΄ ΤΗΣ ΕΝ ΛΑΟΔΙΚΕΙΑ ΣΥΝΟΔΟΥ

«Περί τοῦ τήν αὐτήν λειτουργίαν τῶν εὐχῶν πάντοτε καί ἐν ταῖς ἐννάταις, καί ἐν ταῖς ἑσπέραις ὀφείλειν γίνεσθαι». (Κανών ιη΄, τῆς ἐν Λαοδικείᾳ Συνόδου, Ράλλη-Ποτλῆ τόμ. Γ, σελ. 186-187)

 

Ἑρμηνεία

 

Ἰωάννης Ζωναρᾶς

Ὁ ἑκατοστός τρίτος τῆς ἐν Καρθαγένῃ συνόδου κανών διατάττεται, ἐν ταῖς ἱκεσίαις τάς κεκυρωμένας παρά τῆς συνόδου εὐχάς παρά πάντων λέγεσθαι, καί μή νέας ἄλλας. Τοῦτο οὖν ἔοικε καί ὁ παρών κανών διατάττεσθαι, τό μή τόν βουλόμενον δηλαδή εὐχάς ἰδίας συντιθέναι, καί ταύτας λέγειν ἐν ταῖς συνάξεσιν, ἀλλά τάς αὐτάς εὐχάς, ἤγουν τάς ἤδη παραδεδομένας, γίνεσθαι ἐν πάσει συνάξει.

 

Θεόδωρος Βαλσαμών

Καί οὗτος ὁ κανών διορθωτικός ἐστι παλαιοῦ τινος ἔθους ἀτάκτου. Φαίνεται γάρ, ὥς τινες ἐξ ὑπεροψίας εὐχάς συντιθέμενοι εἰς τάς ἑσπερινάς ὑμνῳδίας, ἀνεγίνωσκον αὐτάς· καί αἰτιώμενοι, ἔλεγον μηδέν τι ἀπεικός ποιεῖν, μηδέ παραλύειν τάς παρά τῶν Πατέρων δεδομένας εὐχάς. Ἐκεῖναι μέν γάρ εἰς τάς ἐννάτας ἐτυπώθησαν γίνεσθαι, αἱ δέ παρ’ αὐτῶν γεγονυῖαι εἰς τάς ἑσπερινάς ὑμνῳδίας ἐκφωνοῦνται. Φασίν οὖν οἱ Πατέρες, ἀρκεῖν τάς παραδεδομένας εὐχάς καί ἐν ταῖς ἐννάταις, καί ἐν ταῖς ἑσπέραις, καί ἐν πάσαις ἁπλῶς ταῖς συνάξεσι· καί μή ἔχειν  ἄδειαν τόν βουλόμενον εὐχάς συντιθέναι.

 

Ἀλέξιος Ἀριστηνός

Ἐννάταις καί ἑσπέραις αἱ αὐταί εὐχαί ἐπιτελείσθωσαν. Παρά τάς κεκυρωμένας εὐχάς, καί τά κεκανονισμένα βιβλία, οὐ δεῖ εὐχάς ἄλλας, ἤ ψαλμούς ἰδιωτικούς ἤ λέγεσθαι, ἤ ψάλλεσθαι· ἀλλά τάς αὐτάς εὐχάς ᾀεί ἐπειτελεῖσθαι, καί ἐν ἐννάταις καί ἐν ἑσπέραις.

 

ΚΑΝΩΝ ΝΘ΄ ΤΗΣ ΕΝ ΛΑΟΔΙΚΕΙΑ ΣΥΝΟΔΟΥ

«Ὅτι οὐ δεῖ ἰδιωτικούς ψαλμούς λέγεσθαι ἐν τῇ ἐκκλησίᾳ, οὐδέ ἀκανόνιστα βιβλία, ἀλλά μόνα τά κανονικά τῆς Παλαιᾶς καί Καινῆς Διαθήκης». (Κανών νθ΄, τῆς ἐν Λαοδικείᾳ Συνόδου, Ράλλη-Ποτλῆ τόμ. Γ, σελ. 225)

 

Ἑρμηνεία

 

Ἰωάννης Ζωναρᾶς

Ἐκτός τῶν ρν΄ ψαλμῶν τοῦ Δαβίδ, εὑρίσκονται καί τινες ἕτεροι, τοῦ Σολομῶντος, λεγόμενοι εἶναι, καί ἄλλων τινῶν, οὕς καί ἰδιωτικούς ὠνόμασαν οἱ Πατέρες, καί μή λέγεσθαι ἐν τῇ ἐκκλησίᾳ διετάξαντο, μήτε μήν βιβλία ἀναγινώσκεσθαι ἀκανόνιστα, μόνα δέ τά κανονικά· κανονικά δ’ ἐκάλεσαν τά τῷ πε΄ κανόνι τῶν Ἁγίων Ἀποστόλων ἀπαριθμούμενα· ὥσπερ ἀκανόνιστα, ὧν ὁ κανών ἐκεῖνος οὐκ ἐμνήσθη. Εἶτα καί αὐτά τά βιβλία τῆς Παλαιᾶς καί Νέας Γραφῆς ἀπηρίθμησαν, εἰπόντες.

 

Θεόδωρος Βαλσαμών

Εὑρίσκονταί τινες ψαλμοί παρά τούς ρν΄ ψαλμούς τοῦ Δαβίδ, λεγόμενοι τοῦ Σολομῶντος εἶναι καί ἄλλων τινῶν. Τούτους οὖν ὀνομάσαντες οἱ Πατέρες ἰδιωτικούς, διετάξαντο μήτε τούτους, μήτε ἄλλο τι ἐπ’ ἐκκλησίας ἀναγινώσκεσθαι, μή ὄν ἀπό τῶν ἀπαριθμηθέντων ἐν τῷ πε΄ ἀποστολικῷ κανόνι.

 

ΚΑΝΩΝ ΚΔ΄ ΤΗΣ ΕΝ ΚΑΡΘΑΓΕΝΗ ΣΥΝΟΔΟΥ

«Ὁμοίως ἤρεσεν, ἵνα ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ' ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται· Γένεσις, ῎Εξοδος, Λευϊτικόν, ᾽Αριθμοί, Δευτερονόμιον, ᾽Ιησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλειπομένων βίβλοι δύο, ᾽Ιώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, ῾Ησαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἒσδρα βίβλοι δύο. Τῆς Νέας Διαθήκης· Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαί Παύλου δεκατέσσαρες, Πέτρου Ἀποστόλου δύο, Ἰωάννου Ἀποστόλου τρεῖς, Ἰακώβου Ἀποστόλου μία, Ἰούδα Ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ἐν τῇ ἐκκλησίᾳ ταῦτα ἀναγνωστέα παρελάβομεν». (Κανών κδ΄, τῆς ἐν Καρθαγένῃ Συνόδου, Ράλλη-Ποτλῆ τόμ. Γ, σελ. 368-369)

 

Ἑρμηνεία

 

Ἰωάννης Ζωναρᾶς

Περί τοῦ, τίνα δεῖ ἀναγινώσκεσθαι βιβλία ἐπ’ ἐκκλησίαις, καί ὁ τελευταῖος τῶν ἀποστολικῶν κανόνων διαλαμβάνει καί ὁ τῆς ἐν Λαοδικείᾳ συνόδου νθ΄ κανών, καί ὁ μέγας Ἀθανάσιος ἀπαριθμεῖται ὅσα χρή ἀναγινώσκεσθαι βιβλία, καί ὁ μέγας Γρηγόριος ὁ Θεολόγος, καί ὁ ἅγιος Ἀμφιλόχιος.

 

Θεόδωρος Βαλσαμών

Περί τοῦ, τίνα δεῖ ἀναγινώσκεσθαι βιβλία ἐπ’ ἐκκλησίαις, ζήτει τῶν Ἁγίων Ἀποστόλων κανόνα ξ΄, καί πε΄, τῆς ἐν Λαοδικείᾳ συνόδου κανόνα ξ΄, τά ἔμμετρα τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου καί τά κανονικά τοῦ ἁγίου Ἀθανασίου καί τοῦ ἁγίου Ἀμφιλοχίου.

 

Ἀλέξιος Ἀριστηνός

Μηδέν ἔξω τῶν κεκανονισμένων Γραφῶν ἐν ἐκκλησίᾳ ἀναγινωσκέσθω. Παρά τά κεκανονισμένα βιβλία τῆς Παλαιᾶς καί Καινῆς Διαθήκης, ἕτερα ψευδεπίγραφα τῶν ἀσεβῶν βιβλία ἐπ’ ἐκκλησίας, ὡς ἅγια, οὐκ ἀναγνωσθήσονται· ἀλλ’ ὁ τοῦτο ποιῶν κληρικός καθαιρεθήσεται· ὡς καί ὁ ξ΄, κανών τῶν ἁγίων Ἀποστόλων διαλαμβάνει, καί ἕτεροι πολλοί.

ΚΑΝΩΝ ΟΕ΄ ΤΗΣ ΕΝ ΤΡΟΥΛΛΩ ΠΕΝΘΕΚΤΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

«Τοὺς ἐπὶ τῷ ψάλλειν ἐν ταῖς ἐκκλησίαις παραγινομένους, βουλόμεθα μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ τῇ ἐκκλησὶᾳ ἁρμοδίων τε καὶ οἰκείων· ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ κατανύξεως, τάς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ· εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον». (Κανών οε΄, τῆς ἐν Τρούλλῳ πενθέκτης Οἰκουμενικῆς Συνόδου, Ράλλη-Ποτλῆ τόμ. Β΄, σελ. 478-480)

 

Ἑρμηνεία

 

Ἰωάννης Ζωναρᾶς

Ἡ ἐν ταῖς ἐκκλησίαις γενομένη ψαλμῳδία παράκλησις ἐστι πρός τόν Θεόν, δεομένων ἡμῶν, ἵλεων ἔσεσθαι τό θεῖον ἡμῖν, ἐφ’ οἷς αὐτῷ προσκεκρούκαμεν. Οἱ δέ παρακαλοῦντές τε καί δεόμενοι, ταπεινόν ἦθος καί κατανενυγμένον ἔχειν ὀφείλουσι· τό δέ βοᾷν καί κραυγάζειν, οὐ κατεσταλμένου ἤθους, ἀλλά θρασέως ἐστί καί γεγαυρωμένου. Διό καί ψάλλοντας ἐν ἐκκλησίαις, ὁ κανών ἀπαιτεῖ μετά κατανύξεως καί προσοχῆς ψάλλειν, ἀλλά μή ἀτάκτως βοᾷν, καί τήν φωνήν ἐκβιάζεσθαι πρός κραυγήν· κραυγή δέ ἐστίν ἡ ἐπιτεταμένη φωνή, καί βιαίως ἐκρηγνυμένη. Καί οὐ μόνον τοῦτο ἀπαγορεύει, ἀλλ’ οὐδέ τι ἐπιλέγειν συγχωρεῖ ἀνοίκειον καί ἀνάρμοστον ἐκκλησίᾳ, οἷά εἰσι τά κεκλασμένα μέλη, καί μινυρίσματα, καί ἡ περιττή τῶν μελῳδιῶν ποικιλία, εἰς ᾠδάς ἐκτρεπομένη θυμελικάς, καί εἰς ᾄσματα πορνικά, τά νῦν ἐν ψαλμῳδίαις ἐπιτηδευόμενα μάλιστα. Ταῦτα διαταττόμενος ἐπάγει καί γραφικήν μαρτυρίαν, λέγων· Εὐλαβεῖς γάρ ἔσεσθαι τούς υἱούς Ἰσραήλ, τό ἱερόν ἐδίδαξε λόγιον· υἱοί δέ Ἰσραήλ ἐσμέν ἡμεῖς, κατά τόν ἅγιον Παῦλον λέγοντα· Οὐ γάρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, οὐδ’ ὅτι εἰσι σπέρμα Ἀβραάμ, πάντα τέκνα, ἀλλ’ ἐν Ἰσαάκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, οὐ τά τέκνα τῆς σαρκός, ταῦτα τέκνα Θεοῦ, ἀλλά τά τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.

 

Θεόδωρος Βαλσαμών

Αἱ τοῦ Θεοῦ ἐκκλησίαι, οἶκοι προσευχῶν λέγονται· ὅθεν καί οἱ προσευχόμενοι, παρακαλεῖν τόν Θεόν ὀφείλουσι μετά δακρύων καί ταπεινώσεως, οὐ μήν μετά ἀτάκτου καί ἀναιδοῦς σχήματος. Διωρίσαντο γοῦν οἱ Πατέρες, μή γίνεσθαι τά ἱερά ψαλμῳδήματα διά βοῶν ἀτάκτων καί ἐπιτεταμένων, καί τήν φύσιν παραβιαζομένων· μήτε μήν διά τινων καλλιφωνιῶν, ἀνοικείων τῇ ἐκκλησιαστικῇ καταστάσει καί ἀκολουθίᾳ· οἷά εἰσι τά θυμελικά μέλη, καί αἱ περιτταί ποικιλίαι τῶν φωνῶν· ἀλλά μετά πολλῆς κατανύξεως καί θεαρέστου τρόπου, προάγειν τῷ Θεῷ τάς εὐχάς, τῷ εἰδότι τά κρυπτά τῶν καρδιῶν ἡμῶν. Ταῦτα δέ παρεκελεύσαντο ἀκολούθως τῷ εὐαγγελικῷ ῥητῷ, τῷ διοριζομένῳ, μή κατά ἐθνικούς εὔχεσθαι ἡμᾶς μετά βαττολογίας καί κραυγῆς, ὡς οἰομένους εἰσακουσθῆναι διά τήν πολυλογίαν ἡμῶν, ἀλλ’ ἐν τῷ κρυπτῷ προσάγειν τόν ὕμνον τῷ Θεῷ· ποιεῖν δέ καί τάς αἰτήσεις ὁμοίως, ἵνα καί ὁ Πατήρ ἡμῶν ὁ οὐράνιος, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσῃ ἡμῖν ἐν τῷ φανερῷ. Ἐπεί δέ, φασί, καί ὁ Μωσαϊκός νόμος εἶπεν ἐν τῷ Λευϊτικῷ, Εὐλαβεῖς ποιεῖτε τούς υἱούς Ἰσραήλ, μᾶλλον ἡμεῖς, οἱ τοῦ νόμου τούτου δεξάμενοι τό πλήρωμα, ὀφείλομεν εὐλαβέστεροι εἶναι, καί κατά τά νενομισμένα πολιτεύεσθαι. Ἐπεί δέ παρά διαφόροις ἁγιωτάτοις πατριάρχαις ἐλαλήθη, μή μόνον ἐν ταῖς ἑορταῖς γίνεσθαι τοιαῦτα παρά τῶν ψαλτῶν, ἀλλά καί ἐν παννυχίσι, καί μνημοσύνοις τεθνεώτων, γεγόνασι διάφορα σημειώματα συνοδικά, ἀφορισμῷ καθυποβάλλοντα τούς τοιαῦτα ποιούντας, καί μή διά ψαλμῳδημάτων καί ἀλληλουαρίων λιτῶν, ψαλλομένων κατά τό θεμέλιον τῆς ἐκκλησίας, ἐκπληροῦντας τήν παννύχιον ψαλμῳδίαν. Ἀνάγνωθι καί τῆς ἐν Καρθαγένῃ συνόδου κανόνα ρη΄ καί τά ἐν αὐτῷ γραφέντα· ὡσαύτως ἀνάγνωθι καί τόν εἰς τά Σεραφείμ, καί τόν πανηγυρικόν λόγον τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου, τόν γραφέντα εἰς τήν ἑρμηνείαν τοῦ προφητικοῦ ῥητοῦ, τοῦ λέγοντος· Εἶδον τόν Κύριον καθήμενον ἐπί θρόνου ὑψηλοῦ καί ἐπηρμένου· κωλύει γάρ τάς θυμελικάς ψαλμῳδίας καί τάς ὀρχήσεις τῶν χειρονομούντων, καί τάς ἐκτεταμένας ἐκφωνήσεις.

 

Ἀλέξιος Ἀριστηνός

Ἄτακτος κραυγή τοῦ ψάλλοντος, ἄδεκτος· καί ὁ ἐπιλέγων τά ταῖς ἐκκλησίαις ἀνάρμοστα. Μετά κατανύξεως καί προσοχῆς πολλῆς δεῖ τάς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ, καί μή ἀτάκτοις χρῆσθαι βοαῖς, καί τήν φύσιν πρός κραυγήν ἐκβιάζεσθαι· εὐλαβεῖς γάρ ἔσεσθαι τούς υἱούς Ἰσραήλ, τό ἱερόν ἐδίδαξε λόγιον· ἀλλά μηδέ τι ψάλλειν ἀνοίκειον, καί τῇ ἐκκλησιαστικῇ καταστάσει μή ὄν ἁρμόδιον.

 

ΒΙΟΓΡΑΦΙΚΑ ΚΑΝΟΝΟΛΟΓΩΝ ΕΡΜΗΝΕΥΤΩΝ

 

Θεόδωρος Βαλσαμών

Από τη Βικιπαίδεια, την ελεύθερη εγκυκλοπαίδεια

 

Ο Θεόδωρος Βαλσαμών (12ος αιώνας) υπήρξε ορθόδοξος Πατριάρχης Αντιοχείας νομικός εκκλησιαστικού δικαίου και τιτουλάριος Πατριάρχης Αντιοχείας. Γεννήθηκε στην Κωνσταντινούπολη. Αρχικά είχε διοριστεί Διάκονος και αργότερα Νομοφύλακας και Χαρτοφύλακας της μεγάλης Εκκλησίας (Νομοφύλαξ - υπεύθυνος της Νομικής Σχολής). Το 1190 έγινε Πατριάρχης Αντιοχείας, αλλά δεν απόλαυσε του θρόνου, διότι οι Λατίνοι Σταυροφόροι είχαν εγκαθιδρύσει Λατινικά Πατριαρχεία στην Αντιόχεια και στα Ιεροσόλυμα.

 

Ιωάννης Ζωναράς

Από τη Βικιπαίδεια, την ελεύθερη εγκυκλοπαίδεια

 

Ο Ιωάννης Ζωναράς (12ος αι.) υπήρξε βυζαντινός χρονογράφος, θεολόγος και νομικός που έζησε στην Κωνσταντινούπολη.

Οι λιγοστές πληροφορίες για τη ζωή του Ζωναρά αντλούνται κυρίως μέσα από τα έργα του. Οι ιστορικοί υποθέτουν ότι ήταν υψηλόβαθμος αξιωματούχος (μέγας δρουγγάριος της βίγλης και πρωτασηκρήτις) επί βασιλέως Αλέξιου Α' Κομνηνού. Έχασε πιθανώς τη θέση του το 1118 και έγινε μοναχός στη νήσο Αγία Γλυκερία, τοποθεσία που όμως αμφισβητείται.

Ο Ζωναράς σχολίασε μεταξύ άλλων τις οικουμενικές και τοπικές συνόδους και τα συγγράμματα των ιερών πατέρων. Εκτός αυτού συνέταξε δυο εκκλησιαστικά κείμενα νομικού περιεχομένου. Το σημαντικότερο έργο του είναι το χρονικό Επιτομή Ιστοριών, που καλύπτει την εποχή «από κτήσεως κόσμου» έως το έτος 1118 και θεωρείται ένα από τα πληρέστερα έργα του είδους του στην ελληνική γλώσσα. Οι ιστορικοί εκτιμούν ότι ο Ζωναράς κατέγραψε το έργο αυτό όταν, μετά την άνοδο του Ιωάννη Β' Κομνηνού, εξορίστηκε και έγινε καλόγερος. Για την Επιτομή Ιστοριών βασίστηκε σε πληθώρα πηγών, ορισμένες από τις οποίες, όπως η Ρωμαϊκή Ιστορία του Δίωνος Κασσίου, διατηρούνται μέσω του Ζωναρά. Το χρονικό εξαπλώθηκε πέρα από τα όρια του Βυζαντίου καθώς μεταφράστηκε στην εκκλησιαστική σλαβονική. Σε τμήμα του έργου καταγράφεται η κριτική του Ζωναρά κατά του Αλέξιου, τον οποίο επικρίνει για τη διανομή δημοσίου χρήματος σε μέλη της οικογένειάς του.

 

Αλέξιος Αριστηνός

Ἕνας από τους τρεις μεγάλους βυζαντινούς κανονολόγους του 12ου αιώνα (οι άλλοι δύο είναι ο Βαλσαμών και ο Ζωναράς). Με ανάθεση του αυτοκράτορα Ιωάννη Β' Κομνηνού (1118-1143) έγραψε σχόλια στη "Σύνοψη Κανόνων" που αποδίδεται στο Συμεών Μεταφραστή (10ος αιώνας).